1 Timothy 2

1Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, 2ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. 3
 τοῦτο = WH Treg NA/NIV: || τοῦτο γὰρ = RP
τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ,
4ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 5εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς, 6 δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις· 7εἰς ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος— ἀλήθειαν
 λέγω = WH Treg NA/NIV: || λέγω ἐν Χριστῷ = RP
λέγω, οὐ ψεύδομαι— διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

8Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ
 διαλογισμοῦ = Treg NA/NIV RP: || διαλογισμῶν = WH
διαλογισμοῦ.
9ὡσαύτως
 καὶ = Treg NA/NIV: || [omit] = WH; || καὶ τὰς = RP
καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν
 καὶ = WH Treg NA/NIV: || ἢ = RP
καὶ
 χρυσίῳ = WH NA/NIV: || χρυσῷ = Treg RP
χρυσίῳ μαργαρίταις ἱματισμῷ πολυτελεῖ,
10ἀλλ᾽ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾽ ἔργων ἀγαθῶν. 11γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· 12
 διδάσκειν δὲ γυναικὶ = WH Treg NA/NIV: || Γυναικὶ δὲ διδάσκειν = RP
διδάσκειν δὲ γυναικὶ ⸃ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ᾽ εἶναι ἐν ἡσυχίᾳ.
13Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα· 14καὶ Ἀδὰμ οὐκ ἠπατήθη, δὲ γυνὴ
 ἐξαπατηθεῖσα = WH Treg NA/NIV: || ἀπατηθεῖσα = RP
ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν.
15σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.



Copyright information for SBLG